Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.97.1 | Hdt. 9.98.3 (English) | >>Hdt. 9.99.2 |
9.98.1
οἱ δὲ Ἕλληνες ὡς ἐπύθοντο οἰχωκότας τοὺς βαρβάρους ἐς τὴν ἤπειρον , ἤχθοντο ὡς ἐκπεφευγότων ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωσι , εἴτε ἀπαλλάσσωνται ὀπίσω εἴτε καταπλέωσι ἐπʼ Ἑλλησπόντου . τέλος δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν , ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον .
9.98.2 παρασκευασάμενοι ὦν ἐς ναυμαχίην καὶ ἀποβάθρας καὶ ἄλλα ὅσων ἔδεε , ἔπλεον ἐπὶ τῆς Μυκάλης . ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ στρατοπέδου καὶ οὐδεὶς ἐφαίνετό σφι ἐπαναγόμενος , ἀλλʼ ὥρων νέας ἀνελκυσμένας ἔσω τοῦ τείχεος , πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν , ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων , ἐγχρίμψας τῷ αἰγιαλῷ τὰ μάλιστα , Λευτυχίδης ὑπὸ κήρυκος προηγόρευε τοῖσι Ἴωσι λέγων ·
9.98.3 “ἄνδρες Ἴωνες , οἳ ὑμέων τυγχάνουσι ἐπακούοντες , μάθετε τὰ λέγω · πάντως γὰρ οὐδὲν συνήσουσι Πέρσαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι . ἐπεὰν συμμίσγωμεν , μεμνῆσθαί τινα χρὴ ἐλευθερίης μὲν πάντων πρῶτον , μετὰ δὲ τοῦ συνθήματος Ἥβης . καὶ τάδε ἴστω καὶ ὁ μὴ ἀκούσας ὑμέων πρὸς τοῦ ἀκούσαντος .”
9.98.4 ὡυτὸς δὲ οὗτος ἐὼν τυγχάνει νόος τοῦ πρήγματος καὶ ὁ Θεμιστοκλέος ὁ ἐπʼ Ἀρτεμισίῳ · ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺς βαρβάρους ἔμελλε τοὺς Ἴωνας πείσειν , ἢ ἔπειτα ἀνενειχθέντα ἐς τοὺς βαρβάρους ποιήσειν ἀπίστους τοῖσι Ἕλλησι .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.97.1 | Hdt. 9.98.3 (English) | >>Hdt. 9.99.2 |